Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.222 Joseph. AJ 5.227 (English) >>Joseph. AJ 5.232

5.225οἱ δʼ Ἑβραῖοι, προειρημένον αὐτοῖς ὁπόταν γένωνται πλησίον τῶν πολεμίων ἐκ συνθήματος σάλπιγξί τε ἠχήσαντας καὶ τοὺς ἀμφορέας κατεάξαντας ὁρμῆσαι μετὰ τῶν λαμπάδων ἀλαλάξαντας καὶ νικᾶν θεοῦ Γεδεῶνι βοηθήσοντος, τοῦτʼ ἐποίησαν. 5.226ταραχὴ δὲ λαμβάνει τοὺς ἀνθρώπους ἔτι τε ὑπνοῦντας καὶ δείματα· νὺξ γὰρ ἦν καὶ θεὸς τοῦτο ἤθελεν. ἐκτείνοντο δὲ ὀλίγοι μὲν ὑπὸ τῶν πολεμίων, οἱ δὲ πλείους ὑπὸ τῶν συμμάχων διὰ τὸ τῇ γλώσσῃ διαφωνεῖν. ἅπαξ δὲ καταστάντες εἰς ταραχὴν πᾶν τὸ προστυχὸν ἀνῄρουν νομίζοντες εἶναι πολέμιον, φόνος τε πολὺς ἦν. 5.227καὶ φήμῃ πρὸς τοὺς Ἰσραηλίτας τῆς Γεδεῶνος νίκης ἀφικομένης ἐν τοῖς ὅπλοις ἦσαν, καὶ διώξαντες λαμβάνουσι τοὺς πολεμίους ἐν κοίλῳ τινὶ χαράδραις περιειλημμένῳ οὐ δυναμέναις διαπερᾶναι χωρίῳ καὶ περιστάντες κτείνουσιν ἅπαντας καὶ δύο τῶν βασιλέων Ὤρηβόν τε καὶ Ζῆβον. 5.228οἱ δὲ λοιποὶ τῶν ἡγεμόνων τοὺς περιλειφθέντας τῶν στρατιωτῶν ἐνάγοντες, ἦσαν δὲ μύριοι καὶ ὀκτακισχίλιοι, στρατοπεδεύονται πολὺ τῶν Ἰσραηλιτῶν ἄπωθεν. Γεδεὼν δὲ οὐκ ἀπηγορεύκει πονῶν, ἀλλὰ διώξας μετὰ παντὸς τοῦ στρατοῦ καὶ συμβαλὼν ἅπαντας διέφθειρε τοὺς πολεμίους καὶ τοὺς λοιποὺς ἡγεμόνας Ζεβὴν καὶ Ζαρμούνην αἰχμαλώτους λαβὼν ἀνήγαγεν. 5.229ἀπέθανον δʼ ἐν αὐτῇ τῇ μάχῃ Μαδιηνιτῶν τε καὶ τῶν συστρατευσάντων αὐτοῖς Ἀράβων περὶ μυριάδας δώδεκα, λεία τε πολλὴ χρυσὸς καὶ ἄργυρος καὶ ὕφη καὶ κάμηλος καὶ ὑποζύγια λαμβάνεται τοῖς Ἑβραίοις. Γεδεὼν δὲ παραγενόμενος εἰς Ἐφρὰν τὴν ἑαυτοῦ πατρίδα κτείνει τοὺς τῶν Μαδιηνιτῶν βασιλέας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.222 Joseph. AJ 5.227 (English) >>Joseph. AJ 5.232

Powered by PhiloLogic